Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.83 Dem. 45.86 (English) >>Dem. 45.88

45.85ἐγὼ δὲ τούτῳ μὲν χαίρειν λέγω, οὓς δʼ πατήρ μοι παρέδωκε βοηθοὺς καὶ φίλους, εἰς τούτους ἥκω, εἰς ὑμᾶς, ἄνδρες δικασταί. καὶ δέομαι καὶ ἀντιβολῶ καὶ ἱκετεύω, μὴ ὑπερίδητέ με καὶ τὰς θυγατέρας διʼ ἔνδειαν τοῖς ἐμαυτοῦ δούλοις καὶ τοῖς τούτου κόλαξιν ἐπίχαρτον γενόμενον. οὑμὸς ὑμῖν πατὴρ χιλίας ἔδωκεν ἀσπίδας, καὶ πολλὰ χρήσιμον αὑτὸν παρέσχε, καὶ πέντε τριήρεις ἐθελοντὴς ἐπιδοὺς καὶ παρʼ αὑτοῦ πληρώσας ἐτριηράρχησε τριηραρχίας. καὶ ταῦτα, οὐκ ὀφείλειν ὑμᾶς νομίζων χάριν ἡμῖν, ὑπομιμνῄσκω (ἡμεῖς γὰρ ὀφείλομεν ὑμῖν), ἀλλʼ ἵνα μὴ λάθω τι παθὼν τούτων ἀνάξιον· οὐδὲ γὰρ ὑμῖν ἂν γένοιτο καλόν.

45.86πολλὰ δʼ ἔχων εἰπεῖν περὶ ὧν ὕβρισμαι, οὐχ ἱκανὸν τὸ ὕδωρ ὁρῶ μοι. ὡς οὖν μάλιστʼ ἂν ἅπαντας ὑμᾶς ἡγοῦμαι γνῶναι τὴν ὑπερβολὴν ὧν ἠδικήμεθʼ ἡμεῖς, φράσω· εἰ σκέψαιτο πρὸς ἑαυτὸν ἕκαστος ὑμῶν τίνʼ οἴκοι κατέλιπεν οἰκέτην, εἶθʼ ὑπὸ τούτου πεπονθόθʼ ἑαυτὸν θείη ταὔθʼ ἅπερ ἡμεῖς ὑπὸ τούτου. μὴ γὰρ εἰ Σύρος Μάνης τίς ἕκαστος ἐκείνων, οὗτος δὲ Φορμίων· ἀλλὰ τὸ πρᾶγμα ταὐτό· δοῦλοι μὲν ἐκεῖνοι, δοῦλος δʼ οὗτος ἦν, δεσπόται δʼ ὑμεῖς, δεσπότης δʼ ἦν ἐγώ. 45.87ἣν τοίνυν ὑμῶν ἂν ἕκαστος δίκην ἀξιώσειε λαβεῖν, ταύτην νομίζετε κἀμοὶ προσήκειν νῦν· καὶ τὸν ἀφῃρημένον τῷ μαρτυρῆσαι τὰ ψευδῆ καὶ ὑπὲρ τῶν νόμων καὶ ὑπὲρ τῶν ὅρκων οὓς ὀμωμοκότες δικάζετε, τιμωρήσασθε καὶ παράδειγμα ποιήσατε τοῖς ἄλλοις, μνημονεύοντες πάνθʼ ὅσʼ ἀκηκόαθʼ ἡμῶν, καὶ φυλάττοντες, ἐὰν παράγειν ἐπιχειρῶσιν ὑμᾶς, πρὸς ἕκαστον ἀπαντῶντες· ἐὰν μὴ φῶσιν ἅπαντα μεμαρτυρηκέναι, “τί οὖν ἐν τῷ γραμματείῳ γέγραπται; τί οὖν οὐ τότʼ ἀπηλείφου;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.83 Dem. 45.86 (English) >>Dem. 45.88

Powered by PhiloLogic